Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.196 Joseph. AJ 8.201 (English) >>Joseph. AJ 8.205

8.199

Ταῦτʼ ἀκούσας Σολόμων ἤλγησε καὶ σφοδρῶς συνεχύθη πάντων αὐτῷ σχεδὸν τῶν ἀγαθῶν ἐφʼ οἷς ζηλωτὸς ἦν εἰς μεταβολὴν ἐρχομένων πονηράν. οὐ πολὺς δὲ διῆλθε χρόνος ἀφʼ οὗ κατήγγειλεν προφήτης αὐτῷ τὰ συμβησόμενα καὶ πολέμιον εὐθὺς ἐπʼ αὐτὸν ἤγειρεν θεὸς Ἄδερον μὲν ὄνομα τὴν δʼ αἰτίαν τῆς ἔχθρας λαβόντα τοιαύτην· 8.200παῖς οὗτος ἦν Ἰδουμαῖος γένος ἐκ βασιλικῶν σπερμάτων. καταστρεψαμένου δὲ τὴν Ἰδουμαίαν Ἰωάβου τοῦ Δαυίδου στρατηγοῦ καὶ πάντας τοὺς ἐν ἀκμῇ καὶ φέρειν ὅπλα δυναμένους διαφθείραντος μησὶν ἕξ, φυγὼν ἧκε πρὸς Φαραῶνα τὸν Αἰγυπτίων βασιλέα. 8.201 δὲ φιλοφρόνως αὐτὸν δεξάμενος οἶκόν τε αὐτῷ δίδωσι καὶ χώραν εἰς διατροφὴν καὶ γενόμενον ἐν ἡλικίᾳ λίαν ἠγάπα, ὡς καὶ τῆς αὑτοῦ γυναικὸς αὐτῷ δοῦναι πρὸς γάμον τὴν ἀδελφὴν ὄνομα Θαφίνην, ἐξ ἧς αὐτῷ υἱὸς γενόμενος τοῖς τοῦ βασιλέως παισὶ συνετράφη. 8.202ἀκούσας οὖν τὸν Δαυίδου θάνατον ἐν Αἰγύπτῳ καὶ τὸν Ἰωάβου προσελθὼν ἐδεῖτο τοῦ Φαραῶνος ἐπιτρέπειν αὐτῷ βαδίζειν εἰς τὴν πατρίδα. τοῦ δὲ βασιλέως ἀνακρίναντος, τίνος ἐνδεὴς ὢν τί παθὼν ἐσπούδακε καταλιπεῖν αὐτόν, ἐνοχλῶν πολλάκις καὶ παρακαλῶν τότε μὲν οὐκ ἀφείθη· 8.203κατʼ ἐκεῖνον δὲ τὸν καιρόν, καθʼ ὃν ἤδη Σολόμωνι τὰ πράγματα κακῶς ἔχειν ἤρχετο διὰ τὰς προειρημένας παρανομίας καὶ τὴν ὀργὴν τὴν ἐπʼ αὐτοῖς τοῦ θεοῦ, συγχωρήσαντος τοῦ Φαραῶνος Ἄδερος ἧκεν εἰς τὴν Ἰδουμαίαν· καὶ μὴ δυνηθεὶς αὐτὴν ἀποστῆσαι τοῦ Σολόμωνος, κατείχετο γὰρ φρουραῖς πολλαῖς καὶ οὐκ ἦν ἐλεύθερος διʼ αὐτὰς οὐδʼ ἐπʼ ἀδείας νεωτερισμός, ἄρας ἐκεῖθεν εἰς τὴν Συρίαν ἀφίκετο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.196 Joseph. AJ 8.201 (English) >>Joseph. AJ 8.205

Powered by PhiloLogic